Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.136.2 | Hdt. 6.137.3 (English) | >>Hdt. 6.138.2 |
6.137.1
Λῆμνον δὲ Μιλτιάδης ὁ Κίμωνος ὧδε ἔσχε . Πελασγοὶ ἐπείτε ἐκ τῆς Ἀττικῆς ὑπὸ Ἀθηναίων ἐξεβλήθησαν , εἴτε ὦν δὴ δικαίως εἴτε ἀδίκως · τοῦτο γὰρ οὐκ ἔχω φράσαι , πλὴν τὰ λεγόμενα , ὅτι Ἑκαταῖος μὲν ὁ Ἡγησάνδρου ἔφησε ἐν τοῖσι λόγοισι λέγων ἀδίκως ·
6.137.2 ἐπείτε γὰρ ἰδεῖν τοὺς Ἀθηναίους τὴν χώρην , τὴν σφίσι αὐτοῖσι ὑπὸ τὸν Ὑμησσὸν ἐοῦσαν ἔδοσαν Πελασγοῖσι οἰκῆσαι μισθὸν τοῦ τείχεος τοῦ περὶ τὴν ἀκρόπολιν κοτὲ ἐληλαμένου , ταύτην ὡς ἰδεῖν τοὺς Ἀθηναίους ἐξεργασμένην εὖ , τὴν πρότερον εἶναι κακήν τε καὶ τοῦ μηδενὸς ἀξίην , λαβεῖν φθόνον τε καὶ ἵμερον τῆς γῆς , καὶ οὕτω ἐξελαύνειν αὐτοὺς οὐδεμίαν ἄλλην πρόφασιν προϊσχομένους τοὺς Ἀθηναίους .
6.137.3 ὡς δὲ αὐτοὶ Ἀθηναῖοι λέγουσι , δικαίως ἐξελάσαι . κατοικημένους γὰρ τοὺς Πελασγοὺς ὑπὸ τῷ Ὑμησσῷ , ἐνθεῦτεν ὁρμωμένους ἀδικέειν τάδε . φοιτᾶν γὰρ αἰεὶ τὰς σφετέρας θυγατέρας τε καὶ τοὺς παῖδας ἐπʼ ὕδωρ ἐπὶ τὴν Ἐννεάκρουνον · οὐ γὰρ εἶναι τοῦτον τὸν χρόνον σφίσι κω οὐδὲ τοῖσι ἄλλοισι Ἕλλησι οἰκέτας · ὅκως δὲ ἔλθοιεν αὗται , τοὺς Πελασγοὺς ὑπὸ ὕβριός τε καὶ ὀλιγωρίης βιᾶσθαι σφέας . καὶ ταῦτα μέντοι σφι οὐκ ἀποχρᾶν ποιέειν , ἀλλὰ τέλος καὶ ἐπιβουλεύοντας ἐπιχείρησιν φανῆναι ἐπʼ αὐτοφώρῳ .
6.137.4 ἑωυτοὺς δὲ γενέσθαι τοσούτῳ ἐκείνων ἄνδρας ἀμείνονας , ὅσῳ , παρεὸν ἑωυτοῖσι ἀποκτεῖναι τοὺς Πελασγούς , ἐπεί σφεας ἔλαβον ἐπιβουλεύοντας , οὐκ ἐθελῆσαι , ἀλλά σφι προειπεῖν ἐκ τῆς γῆς ἐξιέναι . τοὺς δὲ οὕτω δὴ ἐκχωρήσαντας ἄλλα τε σχεῖν χωρία καὶ δὴ καὶ Λῆμνον . ἐκεῖνα μὲν δὴ Ἑκαταῖος ἔλεξε , ταῦτα δὲ Ἀθηναῖοι λέγουσι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.136.2 | Hdt. 6.137.3 (English) | >>Hdt. 6.138.2 |